Θαυμαστὸν ὅπλον, ἡ προσευχὴ καὶ νηστεία, αὕτη τὸν Μωσέα, νομογράφον ἔδειξε, καὶ Ἠλίαν ἐν θυσίαις ζηλωτήν, ταύτῃ προσκαρτερήσαντες πιστοί, τῷ Σωτῆρι βοήσωμεν· Σοὶ μόνῳ ἡμάρτομεν, ἐλέησον ἡμᾶς.
Μαρτυρικὸν.
Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ Ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς· Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα… Καὶ νῦν… Θεοτοκίον.
Σὲ δυσωποῦμεν ὡς Θεοῦ Μητέρα εὐλογημένη· Πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἰδιόμελον Ἦχος γ’
Τὴν πνευματικὴν Νηστείαν νηστεύσωμεν, διάρρήξωμεν πᾶσαν στραγγαλιάν, ἐκφευξώμεθα δὲ καὶ τῶν σκανδάλων τῆς ἁμαρτίας, ἀφήσωμεν ἀδελφοῖς τὰ ὀφειλήματα, ἵνα καὶ ἡμῖν ἀφεθῇ τὰ παραπτώματα ἡμῶν· οὕτω γὰρ βοῆσαι δυνησόμεθα. Κατευθυνθήτω ἡ προσευχὴ ἡμῶν, ὡς θυμίαμα, ἐνώπιόν σου Κύριε.
Μαρτυρικὸν.
Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τούς υἱοὺς τῶν ἀνθρώπων.
Δόξα… Καὶ νῦν… Θεοτοκίον.
Εἰς τέλος τῶν πενήτων σου, μὴ ἐπιλάθῃ Δέσποινα, ἀλλὰ ταῖς σαῖς πρεσβείαις, μελλούσης ἡμᾶς λύτρωσαι ἀπειλῆς, καὶ ἐνεστώσης βλάβης, καὶ τῆς ὀργῆς Κυρίου ἐξάρπασον, Θεοτόκε σοὺς δούλους.
Ἰδιόμελον Ἦχος πλ. α’
Ἵνα τί ῥαθυμοῦσα ψυχή μου, τῇ ἁμαρτίᾳ δουλεύεις; καὶ ἵνα τί ἀσθενοῦσα, τῷ ἰατρῷ οὐ προστρέχεις; Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ σωτηρίας νῦν ἡμέρα ἀληθής, διεγέρθητι, νίψον σου τὸ πρόσωπον τοῖς τῆς μετανοίας δάκρυσι, καὶ ἐλαίῳ εὐποιΐας, τὴν λαμπάδα φαίδρυνον, ὅπως εὕρῃς ἱλασμόν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος. (Δίς)
Μαρτυρικὸν.
Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι, ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα… Καὶ νῦν… Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε, Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ’ Γενναῖοι Μάρτυρες.
Καιρὸς εὐφρόσυνος τῆς Νηστείας, διὰ ἁγνείας φωτοειδοῦς, καὶ ἀγάπης εἰλικρινοῦς, προσευχῆς φωταυγοῦς, καὶ πάσης ἄλλης ἀρετῆς, ἐμφορηθέντες πλουσίως, φαιδρῶς ἐκβοήσωμεν· Σταυρὲ τοῦ Χριστοῦ πανάγιε, ὁ βλαστήσας τὴν τρυφὴν τῆς ζωῆς, πάντας καθαρᾷ σε προσκυνῆσαι καρδίᾳ, ἀξίωσον ἡμᾶς, ἱλασμὸν ἡμῖν διδούς, καὶ τὸ μέγα ἔλεος.
Ἰδιόμελον Ἦχος γ’
Ὁ σαρκὶ σταυρωθεὶς Κύριε, καὶ σαυτῷ συσταυρώσας, τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, τῇ δὲ λόγχῃ νυγεὶς τὴν πλευράν, καὶ τὸν ἀνθρωπόλεθρον συνεκκεντήσας ὄφιν, καθήλωσον τῷ φόβῳ σου τὰς σάρκας μου, καὶ τῷ πόθῳ σου τρῶσόν μου τὴν ψυχήν, ἵνα τὸ σὸν κατοπτριζόμενος πάθος, ἐγκρατῶς διανύσω τὴν τῆς νηστείας προθεσμίαν, μὴ μόνον γαστρός, ἀλλὰ καὶ τῶν ἄλλων εἰσόδων τῆς ἁμαρτίας κρατῶν, συντριβὴν δὲ καρδίας, καὶ πνεύματος ταπείνωσιν θύσω σοι, περὶ τῶν προγεγονότων μοι πταισμάτων ἀφ’ ὧν με ῥῦσαι φιλάνθρωπε.
Ἰδιόμελον Ἦχος βαρὺς.
Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ, αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα.
Ἰδιόμελον Ἦχος πλ. δ’
Μετανοίας ὁ καιρός, καὶ ζωῆς αἰωνίου πρόξενος ἡμῖν ὁ τῆς Νηστείας ἀγών, ἐὰν ἐκτείνωμεν χεῖρας εἰς εὐποιΐαν· οὐδὲν γὰρ οὕτω σῴζει ψυχήν, ὡς ἡ μετάδοσις τῶν ἐπιδεομένων, ἡ ἐλεημοσύνη συγκεκραμένη τῇ νηστείᾳ, ἐκ θανάτου ῥύεται τὸν ἄνθρωπον· Αὐτὴν ἀσπασώμεθα, ἧς οὐδὲν ἴσον· ἱκανὴ γὰρ ὑπάρχει, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα… Καὶ νῦν… Θεοτοκίον.
Ἐγὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γάρ, Ἁγνή, βοηθῆσαί μοι.
Ἦχος πλ. α’ Κύριε ἐπὶ Μωϋσέως.
Κύριε, τὸν ζωοποιόν σου Σταυρὸν ἀνυμνοῦμεν· οὗτος ζωὴν γὰρ ἐν τῷ Κόσμῳ ἐξήνθησε, τὸν θάνατον νεκρώσας, ὅν σοι καὶ νῦν εἰς πρεσβείαν προσάγομεν, ἐν ἡμέραις ἁγίαις, κράτυνον ἡμᾶς νηστεύοντας, καὶ δώρησαι κατὰ παθῶν τὴν ἰσχύν, καὶ τῆς εἰρήνης τὸ τρόπαιον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.
Ἰδιόμελον. Ἦχος πλ. α’
Μὴ νηστεύσαντες κατ’ ἐντολὴν τοῦ Κτίσαντος, ἀπὸ τοῦ φυτοῦ τῆς γνώσεως οἱ Πρωτόπλαστοι, τὸν ἐκ τῆς παρακοῆς θάνατον ἐκαρπώσαντο, τοῦ δὲ ξύλου τῆς ζωῆς, καὶ τοῦ Παραδείσου τῆς τρυφῆς ἀπεξενώθησαν. Διὸ νηστεύσωμεν πιστοί, ἀπὸ τροφῶν φθειρομένων, καὶ παθῶν ὀλεθρίων, ἵνα τὴν ἐκ τοῦ θείου Σταυροῦ ζωὴν τρυγήσωμεν, καὶ σὺν τῷ εὐγνώμονι Λῃστῇ, πρὸς τὴν ἀρχαίαν ἐπανέλθωμεν πατρίδα, κομιζόμενοι παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος.
Μαρτυρικὸν.
Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ’ οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ Κόσμῳ τὴν εἰρήνην αἰτήσατε, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Ἰδιόμελον Ἦχος πλ. δ’
Ἡ παθοκτόνος Νηστεία παροῦσα, τοὺς κακωθέντας ὑπὸ τῆς ἁμαρτίας, ἰατρεύειν ἐπαγγέλλεται, ἣν ὡς θεόσδοτον βοηθὸν τιμήσωμεν, τὰς θεογράφους πλάκας, διὰ Μωσέως δεξάμενοι, μὴ προκρίνωμεν τὴν συντρίψασαν αὐτὰς ἀκρασίαν, μὴ γενώμεθα μέτοχοι, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ, μὴ σκυθρωπάσωμεν Ἰουδαϊκῶς, ἀλλὰ Ἐκκλησιαστικῶς φαιδρυνθῶμεν, μὴ φαρισαϊκῶς ὑποκριθῶμεν, ἀλλ’ Εὐαγγελικῶς καλλωπισθῶμεν, ἐγκαυχώμενοι τῷ Σταυρῷ Χριστοῦ, τοῦ λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.