Θαυμαστὴ τοῦ Σωτῆρος, ἡ δι’ ἡμᾶς φιλάνθρωπος
γνώμη· τῶν μελλόντων γὰρ τὴν γνῶσιν, ὡς παρόντων κεκτημένος, τοῦ Λαζάρου καὶ τοῦ
Πλουσίου, τὸν βίον ἐστηλίτευσε· τῶν ἑκατέρων οὖν τὸ τέλος ἑνοπτριζόμενοι, τοῦ μὲν
φύγωμεν, τὸ ἀπηνὲς καὶ μισάνθρωπον, τοῦ δὲ ζηλώσωμεν, τὸ καρτερὲς καὶ μακρόθυμον,
πρὸς τὸ σὺν αὐτῷ τοῦ Ἀβραὰμ κόλποις, ἐνθαλπόμενοι βοᾶν· Δικαιοκρῖτα Κύριε, δόξα
σοι.